Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 53.1 Dem. 53.4 (English) >>Dem. 53.7

53.3εἰ μὲν οὖν μοι ἦν ἱκανὸν τὸ ὕδωρ διηγήσασθαι πρὸς ὑμᾶς τὰ ἐξ ἀρχῆς, ὅσʼ ἀγαθὰ πεπονθότες ὑπʼ ἐμοῦ οἷά με εἰργασμένοι εἰσίν, εὖ οἶδʼ ὅτι ὑμεῖς τʼ ἄν μοι ἔτι μᾶλλον συγγνώμην εἴχετε τοῦ ὀργίζεσθαι αὐτοῖς, τούτους τʼ ἀνοσιωτάτους ἀνθρώπων ἡγήσασθε εἶναι· νῦν δʼ οὐδὲ διπλάσιόν μοι τούτου ὕδωρ ἱκανὸν ἂν γένοιτο. τὰ μὲν οὖν μέγιστα καὶ περιφανῆ τῶν ἀδικημάτων, καὶ ὁπόθεν ἀπογραφὴ αὕτη γέγονεν, ἐρῶ πρὸς ὑμᾶς, τὰ δὲ πολλὰ ἐάσω.

53.4Νικόστρατος γὰρ οὑτοσί, ἄνδρες δικασταί, γείτων μοι ὢν ἐν ἀγρῷ καὶ ἡλικιώτης, γνωρίμως μέν μοι εἶχεν καὶ πάλαι, ἐπειδὴ δὲ ἐτελεύτησεν πατὴρ καὶ ἐγὼ ἐν ἀγρῷ κατῴκουν, οὗπερ καὶ νῦν οἰκῶ, καὶ μᾶλλον ἀλλήλοις ἤδη ἐχρώμεθα διὰ τὸ γείτονές τε εἶναι καὶ ἡλικιῶται. χρόνου δὲ προβαίνοντος καὶ πάνυ οἰκείως διεκείμεθα, καὶ ἐγώ τε οὕτως οἰκείως διεκείμην πρὸς τοῦτον, ὥστʼ οὐδενὸς πώποτε ὧν ἐδεήθη οὗτος ἐμοῦ ἀπέτυχεν, οὗτός τε αὖ ἐμοὶ οὐκ ἄχρηστος ἦν πρὸς τὸ ἐπιμεληθῆναι καὶ διοικῆσαι, καὶ ὁπότε ἐγὼ ἀποδημοίην δημοσίᾳ τριηραρχῶν ἰδίᾳ κατʼ ἄλλο τι, κύριον τῶν ἐν ἀγρῷ τοῦτον ἁπάντων κατέλειπον. 53.5συμβαίνει δή μοι τριηραρχία περὶ Πελοπόννησον, ἐκεῖθεν δὲ εἰς Σικελίαν ἔδει τοὺς πρέσβεις ἄγειν, οὓς δῆμος ἐχειροτόνησεν. οὖν ἀναγωγὴ διὰ ταχέων ἐγίγνετό μοι. ἐπιστέλλω δὴ αὐτῷ ὅτι αὐτὸς μὲν ἀνῆγμαι καὶ οὐχ οἷός τε ἦν οἴκαδε ἀφικέσθαι, ἵνα μὴ κατακωλύοιμι τοὺς πρέσβεις· τούτῳ δὲ προσέταξα ἐπιμελεῖσθαί τε τῶν οἴκοι καὶ διοικεῖν, ὥσπερ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 53.1 Dem. 53.4 (English) >>Dem. 53.7

Powered by PhiloLogic